Βασιλειῶν Α´  -  I Kingdoms

Βασιλειῶν Α´ - Κεφάλαιο 17

ΚΑΙ συνάγουσιν ἀλλόφυλοι τὰς παρεμβολὰς αὐτῶν εἰς πόλεμον καὶ συνάγονται εἰς Σοκχὼθ τῆς ᾿Ιουδαίας καὶ παρεμβάλλουσιν ἀνὰ μέσον Σοκχὼθ καὶ ἀνὰ μέσον ᾿Αζηκὰ ᾿Εφερμέμ. 2 καὶ Σαοὺλ καὶ οἱ ἄνδρες ᾿Ισραὴλ συνάγονται καὶ παρεμβάλλουσιν ἐν τῇ κοιλάδι αὐτοὶ καὶ παρατάσσονται εἰς πόλεμον ἐξεναντίας τῶν ἀλλοφύλων. 3 καὶ ἀλλόφυλοι ἵστανται ἐπὶ τοῦ ὄρους ἐνταῦθα, καὶ ᾿Ισραὴλ ἵσταται ἐπὶ τοῦ ὄρους ἐνταῦθα, καὶ ὁ αὐλὼν ἀνὰ μέσον αὐτῶν. 4 καὶ ἐξῆλθεν ἀνὴρ δυνατὸς ἐκ τῆς παρατάξεως τῶν ἀλλοφύλων Γολιὰθ ὄνομα αὐτῶν ἐκ Γέθ, ὕψος αὐτοῦ τεσσάρων πήχεων καὶ σπιθαμῆς· 5 καὶ περικεφαλαία ἐπὶ τῆς κεφαλῆς αὐτοῦ, καὶ θώρακα ἁλυσιδωτὸν αὐτὸς ἐνδεδυκώς, καὶ ὁ σταθμὸς τοῦ θώρακος αὐτοῦ πέντε χιλιάδες σίκλων χαλκοῦ καὶ σιδήρου· 6 καὶ κνημῖδες χαλκαῖ ἐπὶ τῶν σκελῶν αὐτοῦ, καὶ ἀσπὶς χαλκῆ ἀνὰ μέσον τῶν ὤμων αὐτοῦ· 7 καὶ ὁ κοντὸς τοῦ δόρατος αὐτοῦ ὡσεὶ μέσακλον ὑφαινόντων, καὶ ἡ λόγχη αὐτοῦ ἑξακοσίων σίκλων σιδήρου· καὶ ὁ αἴρων τὰ ὅπλα αὐτοῦ προεπορεύετο αὐτοῦ. 8 καὶ ἔστη καὶ ἀνεβόησεν εἰς τὴν παράταξιν ᾿Ισραὴλ καὶ εἶπεν αὐτοῖς· τί ἐκπορεύεσθε παρατάξασθαι πολέμῳ ἐξεναντίας ἡμῶν; οὐκ ἐγώ εἰμι ἀλλόφυλος καὶ ὑμεῖς ῾Εβραῖοι τοῦ Σαούλ; ἐκλέξασθε ἑαυτοῖς ἄνδρα καὶ καταβήτω πρός με, 9 καὶ ἐὰν δυνηθῇ πολεμῆσαι πρός με καὶ ἐὰν πατάξῃ με, καὶ ἐσόμεθα ὑμῖν εἰς δούλους· ἐὰν δὲ ἐγὼ δυνηθῶ καὶ πατάξω αὐτόν, ἔσεσθε ἡμῖν εἰς δούλους καὶ δουλεύσετε ἡμῖν. 10 καὶ εἶπεν ὁ ἀλλόφυλος· ἰδοὺ ἐγὼ ὠνείδισα τὴν παράταξιν ᾿Ισραὴλ σήμερον ἐν τῇ ἡμέρᾳ ταύτῃ· δότε μοι ἄνδρα, καὶ μονομαχήσομεν ἀμφότεροι. 11 καὶ ἤκουσε Σαοὺλ καὶ πᾶς ᾿Ισραὴλ τὰ ρήματα τοῦ ἀλλοφύλου ταῦτα καὶ ἐξέστησαν καὶ ἐφοβήθησαν σφόδρα*.

32 Καὶ εἶπε Δαυὶδ πρὸς Σαούλ· μὴ δὴ συμπεσέτω καρδία τοῦ Κυρίου μου ἐπ᾿ αὐτόν· ὁ δοῦλός σου πορεύσεται καὶ πολεμήσει μετὰ τοῦ ἀλλοφύλου τούτου. 33 καὶ εἶπε Σαοὺλ πρὸς τὸν Δαυὶδ· οὐ μὴ δυνήσῃ πορευθῆναι πρὸς τὸν ἀλλόφυλον τοῦ πολεμεῖν μετ᾿ αὐτοῦ, ὅτι παιδάριον εἶ σύ, καὶ αὐτὸς ἀνὴρ πολεμιστὴς ἐκ νεότητος αὐτοῦ. 34 καὶ εἶπε Δαυὶδ πρὸς Σαούλ· ποιμαίνων ἦν ὁ δοῦλός σου τῷ πατρὶ αὐτοῦ ἐν τῷ ποιμνίῳ, καὶ ὅταν ἤρχετο ὁ λέων καὶ ἡ ἄρκος καὶ ἐλάμβανε πρόβατον ἐκ τῆς ἀγέλης, 35 καὶ ἐξεπορευόμην ὀπίσω αὐτοῦ καὶ ἐπάταξα αὐτὸν καὶ ἐξέσπασα ἐκ τοῦ στόματος αὐτοῦ, καὶ εἰ ἐπανίστατο ἐπ᾿ ἐμέ, καὶ ἐκράτησα τοῦ φάρυγγος αὐτοῦ καὶ ἐπάταξα καὶ ἐθανάτωσα αὐτόν. 36 καὶ τὸν λέοντα καὶ τὴν ἄρκον ἔτυπτεν ὁ δοῦλός σου, καὶ ἔσται ὁ ἀλλόφυλος ὁ ἀπερίτμητος ὡς ἓν τούτων· οὐχὶ πορεύσομαι καὶ πατάξω αὐτόν, καὶ ἀφελῶ σήμερον ὄνειδος ἐξ ᾿Ισραήλ; διότι τίς ὁ ἀπερίτμητος οὗτος, ὃς ὠνείδισε παράταξιν Θεοῦ ζῶντος; 37 Κύριος, ὃς ἐξείλατό με ἐκ χειρὸς τοῦ λέοντος καὶ ἐκ χειρὸς τῆς ἄρκου, αὐτὸς ἐξελεῖταί με ἐκ χειρὸς τοῦ ἀλλοφύλου τοῦ ἀπεριτμήτου τούτου. καὶ εἶπε Σαοὺλ πρὸς Δαυίδ· πορεύου, καὶ ἔσται Κύριος μετὰ σοῦ. 38 καὶ ἐνέδυσε Σαοὺλ τὸν Δαυὶδ μανδύαν καὶ περικεφαλαίαν χαλκῆν περὶ τὴν κεφαλήν αὐτοῦ 39 καὶ ἔζωσε τὸν Δαυὶδ τὴν ρομφαίαν αὐτοῦ ἐπάνω τοῦ μανδύου αὐτοῦ. καὶ ἐκοπίασε περιπατήσας ἅπαξ καὶ δίς· καὶ εἶπε Δαυὶδ πρὸς Σαούλ· οὐ μὴ δύνωμαι πορευθῆναι ἐν τούτοις, ὅτι οὐ πεπείραμαι. καὶ ἀφαιροῦσιν αὐτὰ ἀπ᾿ αὐτοῦ. 40 καὶ ἔλαβε τὴν βακτηρίαν αὐτοῦ ἐν τῇ χειρὶ αὐτοῦ καὶ ἐξελέξατο ἑαυτῷ πέντε λίθους λείους ἐκ τοῦ χειμάρρου καὶ ἔθετο αὐτοὺς ἐν τῷ καδίῳ τῷ ποιμαινικῷ τῷ ὄντι αὐτῷ εἰς συλλογὴ καὶ σφενδόνην αὐτοῦ ἐν τῇ χειρὶ αὐτοῦ καὶ προσῆλθε πρὸς τὸν ἄνδρα τὸν ἀλλόφυλον.* 42 καὶ εἶδε Γολιὰθ τὸν Δαυὶδ καὶ ἐξητίμασεν αὐτόν, ὅτι αὐτὸς ἦν παιδάριον καὶ αὐτὸς πυρράκης μετὰ κάλλους ὀφθαλμῶν. 43 καὶ εἶπεν ὁ ἀλλόφυλος πρὸς Δαυίδ· ὡσεὶ κύων ἐγώ εἰμι, ὅτι σὺ ἔρχῃ ἐπ᾿ ἐμὲ ἐν ράβδῳ καὶ λίθοις; καὶ εἶπε Δαυίδ· οὐχί, ἀλλ᾿ ἢ χείρων κυνός. καὶ κατηράσατο ὁ ἀλλόφυλος τὸν Δαυὶδ ἐν τοῖς θεοῖς αὐτοῦ. 44 καὶ εἶπεν ὁ ἀλλόφυλος πρὸς Δαυίδ· δεῦρο πρός με, καὶ δώσω τὰς σάρκας σου τοῖς πετεινοῖς τοῦ οὐρανοῦ καὶ τοῖς κτήνεσι τῆς γῆς. 45 καὶ εἶπε Δαυὶδ πρὸς τὸν ἀλλόφυλον· σὺ ἔρχῃ πρός με ἐν ρομφαίᾳ καὶ ἐν δόρατι καὶ ἐν ἀσπίδι, κἀγὼ πορεύομαι πρός σε ἐν ὀνόματι Κυρίου Θεοῦ Σαβαὼθ παρατάξεως ᾿Ισραήλ, ἣν ὠνείδισας σήμερον· 46 καὶ ἀποκλείσει σε Κύριος σήμερον εἰς τὴν χεῖρά μου, καὶ ἀποκτενῶ σε καὶ ἀφελῶ τὴν κεφαλήν σου ἀπὸ σοῦ καὶ δώσω τὰ κῶλά σου καὶ τὰ κῶλα παρεμβολῆς ἀλλοφύλων ἐν ταύτῃ τῇ ἡμέρᾳ τοῖς πετεινοῖς τοῦ οὐρανοῦ καὶ τοῖς θηρίοις τῆς γῆς, καὶ γνώσεται πᾶσα ἡ γῆ, ὅτι ἔστι Θεὸς ἐν ᾿Ισραήλ· 47 καὶ γνώσεται πᾶσα ἡ ἐκκλησία αὕτη ὅτι οὐκ ἐν ρομφαίᾳ καὶ δόρατι σῴζει Κύριος, ὅτι τοῦ Κυρίου ὁ πόλεμος, καὶ παραδώσει Κύριος ὑμᾶς εἰς χεῖρας ἡμῶν. 48 καὶ ἀνέστη ὁ ἀλλόφυλος καὶ ἐπορεύθη εἰς συνάντησιν Δαυίδ. 49 καὶ ἐξέτεινε Δαυὶδ τὴν χεῖρα αὐτοῦ εἰς τὸ κάδιον καὶ ἔλαβεν ἐκεῖθεν λίθον ἕνα καὶ ἐσφενδόνισε καὶ ἐπάταξε τὸν ἀλλόφυλον ἐπὶ τὸ μέτωπον αὐτοῦ, καὶ διέθυ ὁ λίθος διά τῆς περικεφαλαίας εἰς τὸ μέτωπον αὐτοῦ, καὶ ἔπεσεν ἐπί πρόσωπον αὐτοῦ ἐπὶ τὴν γῆν.* 51 καὶ ἔδραμε Δαυὶδ καὶ ἐπέστη ἐπ᾿ αὐτὸν καὶ ἔλαβε τὴν ρομφαίαν αὐτοῦ καὶ ἐθανάτωσεν αὐτὸν καὶ ἀφεῖλε τὴν κεφαλήν αὐτοῦ. καὶ εἶδον οἱ ἀλλόφυλοι ὅτι τέθνηκεν ὁ δυνατὸς αὐτῶν, καὶ ἔφυγον. 52 καὶ ἀνίστανται ἄνδρες ᾿Ισραὴλ καὶ ᾿Ιούδα καὶ ἠλάλαξαν καὶ κατεδίωξαν ὀπίσω αὐτῶν ἕως εἰσόδου Γὲθ καὶ ἕως τῆς πύλης ᾿Ασκάλωνος, καὶ ἔπεσον τραυματίαι τῶν ἀλλοφύλων ἐν τῇ ὁδῷ τῶν πυλῶν καὶ ἕως Γὲθ καὶ ἕως ᾿Ακκαρών. 53 καὶ ἀνέστρεψαν ἄνδρες ᾿Ισραὴλ ἐκκλίνοντες ὀπίσω τῶν ἀλλοφύλων καὶ κατεπάτουν τὰς παρεμβολὰς αὐτῶν. 54 καὶ ἔλαβε Δαυὶδ τὴν κεφαλὴν τοῦ ἀλλοφύλου, καὶ ἤνεγκεν αὐτὴν εἰς ῾Ιερουσαλὴμ καὶ τὰ σκεύη αὐτοῦ ἔθηκεν ἐν τῷ σκηνώματι αὐτοῦ.**

 

——————————————

* 12 Καὶ εἶπε Δαυὶδ υἱὸς ἀνθρώπου ᾿Εφραθαίου· οὗτος ἐκ Βηθλεὲμ ᾿Ιούδα, καὶ ὄνομα αὐτῷ ᾿Ιεσσαί, καὶ αὐτῷ ὀκτῲ υἱοί· καὶ ὁ ἀνὴρ ἐν ταῖς ἡμέραις Σαοὺλ πρεσβύτερος ἐληλυθὼς ἐν ἀνδράσι. 13 καὶ ἐπορεύθησαν οἱ τρεῖς υἱοὶ ᾿Ιεσσαὶ οἱ μείζονες ὀπίσω Σαοὺλ εἰς πόλεμον, καὶ ὄνομα τῶν υἱῶν αὐτοῦ τῶν πορευθέντων εἰς τὸν πόλεμον, ᾿Ελιὰβ ὁ πρωτότοκος αὐτοῦ καὶ ὁ δεύτερος αὐτοῦ ᾿Αμιναδὰβ καὶ ὁ τρίτος αὐτοῦ Σαμμά. 14 καὶ Δαυὶδ αὐτός ἐστιν ὁ νεώτερος καὶ οἱ τρεῖς οἱ μείζονες ἐπορεύθησαν ὀπίσω Σαούλ. 15 Καὶ Δαυὶδ ἀπῆλθε καὶ ἀνέστρεψεν ἀπὸ τοῦ Σαούλ, ποιμαίνων τὰ πρόβατα τοῦ πατρὸς αὐτοῦ ἐν Βηθλεέμ. 16 καὶ προῆγεν ὁ ἀλλόφυλος ὀρθρίζων καὶ ὀψίζων καὶ ἐστηλώθη τεσσαράκοντα ἡμέρας. 17 καὶ εἶπεν ᾿Ιεσσαὶ πρὸς Δαυίδ· λαβὲ δὴ τοῖς ἀδελφοῖς σου οἰφὶ τοῦ ἀλφίτου καὶ δέκα ἄρτους τούτους καὶ διάδραμε εἰς τὴν παρεμβολὴν καὶ δὸς τοῖς ἀδελφοῖς σου, 18 καὶ τὰς δέκα τρυφαλίδας τοῦ γάλακτος τούτου εἰσοίσεις τῷ χιλιάρχῳ, καὶ τοὺς ἀδελφούς σου ἐπισκέψῃ εἰς εἰρήνην, καὶ ὅσα ἂν χρῄζωσι γνώσῃ. 19 καὶ Σαοὺλ αὐτὸς καὶ πᾶς ἀνὴρ ᾿Ισραὴλ ἐν τῇ κοιλάδι τῆς δρυὸς πολεμοῦντες μετὰ τῶν ἀλλοφύλων. 20 καὶ ὤρθρισε Δαυὶδ τὸ πρωΐ, καὶ ἀφῆκε τὰ πρόβατα φύλακι, καὶ ἔλαβε καὶ ἀπῆλθε, καθὰ ἐνετείλατο αὐτῷ ᾿Ιεσσαί· καὶ ἦλθεν εἰς τὴν στρογγύλωσιν καὶ δύναμιν τὴν ἐκπορευομένην εἰς τὴν παράταξιν· καὶ ἠλάλαξαν ἐν τῷ πολέμῳ. 21 καὶ παρετάξαντο ᾿Ισραὴλ καὶ οἱ ἀλλόφυλοι παράταξιν ἐξεναντίας παρατάξεως. 22 καὶ ἀφῆκε Δαυὶδ τὰ σκεύη αὐτοῦ ἀφ᾿ ἑαυτοῦ ἐπὶ χεῖρα φύλακος καὶ ἔδραμεν εἰς τὴν παράταξιν καὶ ἦλθε καὶ ἠρώτησε τοὺς ἀδελφοὺς αὐτοῦ εἰς εἰρήνην. 23 καὶ αὐτοῦ λαλοῦντος μετ᾿ αὐτῶν, ἰδοὺ ἀνὴρ ὁ μεσαῖος ἀνέβαινε, Γολιὰθ ὁ Φιλισταῖος ὄνομα αὐτῷ ἐκ Γέθ, ἐκ τῶν παρατάξεων τῶν ἀλλοφύλων, καὶ ἐλάλησε κατὰ τὰ ρήματα ταῦτα καὶ ἤκουσε Δαυίδ. 24 Καὶ πᾶς ἀνὴρ ᾿Ισραὴλ ἐν τῷ ἰδεῖν αὐτοὺς τὸν ἄνδρα, καὶ ἔφυγον ἐκ προσώπου αὐτοῦ καὶ ἐφοβήθησαν σφόδρα. 25 καὶ εἶπεν ἀνὴρ ᾿Ισραήλ· εἰ ἑωράκατε τὸν ἄνδρα τὸν ἀναβαίνοντα τοῦτον, ὅτι ὀνειδῖσαι τὸν ᾿Ισραὴλ ἀνέβη; καὶ ἔσται ἀνήρ, ὃς ἂν πατάξῃ αὐτόν, πλουτίσει αὐτὸν ὁ βασιλεὺς πλοῦτον μέγαν καὶ τὴν θυγατέρα αὐτοῦ δώσει αὐτῷ καὶ τὸν οἶκον τοῦ πατρὸς αὐτοῦ ποιήσει ἐλεύθερον ἐν τῷ ᾿Ισραήλ. 26 καὶ εἶπε Δαυὶδ πρὸς τοὺς ἄνδρας τοὺς συνεστηκότας μετ᾿ αὐτοῦ λέγων· ἢ ποιηθήσεται τῷ ἀνδρί, ὃς ἂν πατάξει τὸν ἀλλόφυλον ἐκεῖνον, καὶ ἀφελεῖ ὀνειδισμὸν ἀπὸ ᾿Ισραήλ; ὅτι τίς ἀλλόφυλος ὁ ἀπερίτμητος αὐτός, ὅτι ὠνείδισε παράταξιν Θεοῦ ζῶντος; 27 καὶ εἶπεν αὐτῷ ὁ λαὸς κατὰ τὸ ρῆμα τοῦτο λέγων· οὕτως ποιηθήσεται τῷ ἀνδρί, ὃς ἂν πατάξει αὐτόν. 28 καὶ ἤκουσεν ᾿Ελιὰβ ὁ ἀδελφὸς αὐτοῦ ὁ μείζων ἐν τῷ λαλεῖν αὐτὸν πρὸς τοὺς ἄνδρας καὶ ὠργίσθη θυμῷ ᾿Ελιὰβ ἐν τῷ Δαυὶδ καὶ εἶπεν· ἱνατί τοῦτο κατέβης καὶ ἐπὶ τίνα ἀφῆκας τὰ μικρὰ πρόβατα ἐκεῖνα ἐν τῇ ἐρήμῳ; ἐγὼ οἶδα τὴν ὑπερηφανίαν σου καὶ τὴν κακίαν τῆς καρδίας σου, ὅτι ἕνεκεν τοῦ ἰδεῖν τὸν πόλεμον κατέβης. 29 καὶ εἶπε Δαυίδ· τί ἐποίησα νῦν; οὐχί ρῆμά ἐστι; 30 καὶ ἐπέστρεψε παρ᾿ αὐτοῦ εἰς ἐναντίον ἑτέρου καὶ εἶπε κατὰ τὸ ρῆμα τοῦτο, καὶ ἀπεκρίθη αὐτῷ ὁ λαὸς κατὰ τὸ ρῆμα τοῦ πρώτου. 31 καὶ ἠκούσθησαν οἱ λόγοι, οὓς ἐλάλησε Δαυίδ, καὶ ἀνηγγέλησαν ὀπίσω Σαοὺλ καὶ παρέλαβεν αὐτόν.

* 41 Καὶ ἐπορεύθη ὁ ἀλλόφυλος πορευόμενος καὶ ἐγγίζων πρὸς Δαυίδ, καὶ ἀνὴρ ὁ αἴρων τὸν θυρεὸν ἔμπροσθεν αὐτοῦ, καὶ ἐπέβλεψεν ὁ ἀλλόφυλος

* 50 Καὶ ἐκραταίωσε Δαυὶδ ὑπὲρ τὸν ἀλλόφυλον ἐν τῇ σφενδόνῃ καὶ ἐν τῷ λίθῳ, καὶ ἐπάταξε τὸν ἀλλόφυλον καὶ ἐθανάτωσεν αὐτόν· καὶ ρομφαία οὐκ ἦν ἐν χειρὶ Δαυίδ.

* 55 Καὶ ὡς εἶδε Σαοὺλ τὸν Δαυὶδ ἐκπορευόμενον εἰς ἀπάντησιν τοῦ ἀλλοφύλου, εἶπε πρὸς ᾿Αβεννὴρ τὸν ἄρχοντα τῆς δυνάμεως· Υἱὸς τίνος ὁ νεανίσκος οὗτος; καὶ εἶπεν ᾿Αβεννήρ· ζῇ ἡ ψυχή σου, βασιλεῦ, εἰ οἶδα. 56 καὶ εἶπεν ὁ βασιλεύς· ἐπερώτησον σύ, υἱὸς τίνος ὁ νεανίσκος οὗτος. 57 καὶ ὡς ἐπέστρεψε Δαυὶδ τοῦ πατάξαι τὸν ἀλλόφυλον, καὶ παρέλαβεν αὐτὸν ᾿Αβεννὴρ καὶ εἰσήγαγεν αὐτὸν ἐνώπιον Σαούλ, καὶ ἡ κεφαλὴ τοῦ ἀλλοφύλου ἐν τῇ χειρὶ αὐτοῦ. 58 καὶ εἶπε πρὸς αὐτὸν Σαούλ· υἱὸς τίνος εἶ, παιδάριον, καὶ εἶπε Δυαίδ· υἱὸς δούλου σου ᾿Ιεσσαὶ τοῦ Βηθλεεμείτου.