Ἔσδρας Α´  -  I Esdras

Ἔσδρας Α´ - Κεφάλαιο 9

ΚΑΙ ἀναστὰς ῎Εδρας ἀπὸ τῆς αὐλῆς τοῦ ἱεροῦ ἐπορεύθη εἰς τὸ παστοφόριον ᾿Ιωνὰν τοῦ ᾿Ελιασίβου, 2 καὶ αὐλισθεὶς ἐκεῖ ἄρτου οὐκ ἐγεύσατο οὐδὲ ὕδωρ ἔπιε, πενθῶν ἐπὶ τῶν ἀνομιῶν τῶν μεγάλων τοῦ πλήθους. 3 καὶ ἐγένετο κήρυγμα ἐν ὅλῃ τῇ ᾿Ιουδαίᾳ καὶ ῾Ιερουσαλὴμ πᾶσι τοῖς ἐκ τῆς αἰχμαλωσίας συναχθῆναι εἰς ῾Ιερουσαλήμ· 4 καὶ ὅσοι ἂν μὴ ἀπαντήσωσιν ἐν δυσὶν ἢ τρισὶν ἡμέραις κατὰ τὸ κρίμα τῶν προκαθημένων πρεσβυτέρων, ἀνιερωθήσονται τὰ κτήνη αὐτῶν, καὶ αὐτὸς ἀλλοτριωθήσεται ἀπὸ τοῦ πλήθους τῆς αἰχμαλωσίας. 5 καὶ ἐπισυνήχθησαν πάντες οἱ ἐκ τῆς φυλῆς ᾿Ιούδα καὶ Βενιαμὶν ἐν τρισὶν ἡμέραις εἰς ῾Ιερουσαλήμ (οὗτος ὁ μὴν ἔννατος τῇ εἰκάδι τοῦ μηνός), 6 καὶ συνεκάθισαν πᾶν τὸ πλῆθος ἐν τῷ εὐρυχώρῳ τοῦ ἱεροῦ τρέμοντες διὰ τὸν ἐνεστῶτα χειμῶνα. 7 καὶ ἀναστὰς ῎Εσδρας εἶπεν αὐτοῖς· ὑμεῖς ἠνομήσατε καὶ συνῳκίσατε γυναιξὶν ἀλλογενέσι τοῦ προσθεῖναι ἁμαρτίας τῷ ᾿Ισραήλ· 8 καὶ νῦν δότε ὁμολογίαν δόξαν τῷ Κυρίῳ Θεῷ τῶν πατέρων ἡμῶν 9 καὶ ποιήσατε τὸ θέλημα αὐτοῦ καὶ χωρίσθητε ἀπὸ τῶν ἐθνῶν τῆς γῆς καὶ ἀπὸ τῶν γυναικῶν τῶν ἀλλογενῶν. 10 καὶ ἐφώνησεν ἅπαν τὸ πλῆθος καὶ εἶπον μεγάλῃ τῇ φωνῇ· οὕτως ὡς εἴρηκας ποιήσομεν. 11 ἀλλὰ τὸ πλῆθος πολὺ καὶ ὥρα χειμερινή, καὶ οὐκ ἰσχύομεν στῆναι αἴθριοι, καὶ τὸ ἔργον οὐκ ἔστιν ἡμῖν ἡμέρας μιᾶς οὐδὲ δύο· ἐπὶ πλεῖον γὰρ ἡμάρτομεν ἐν τούτοις. 12 στήτωσαν δὲ οἱ προηγούμενοι τοῦ πλήθους, καὶ πάντες οἱ ἐκ τῶν κατοικιῶν ἡμῶν ὅσοι ἔχουσι γυναῖκας ἀλλογενεῖς, παραγενηθήτωσαν λαβόντες χρόνον· 13 ἑκάστου δὲ τόπου τοὺς πρεσβυτέρους καὶ τοὺς κριτὰς ἕως τοῦ λῦσαι τὴν ὀργὴν Κυρίου ἀφ᾿ ἡμῶν τοῦ πράγματος τούτου. 14 ᾿Ιωνάθας ᾿Αζαήλου καὶ ᾿Εζεκίας Θεωκανοῦ ἐπεδέξαντο κατὰ ταῦτα, καὶ Μοσόλλαμος καὶ Λευὶς καὶ Σαββαταῖος συνεβράβευσαν αὐτοῖς. 15 καὶ ἐποίησαν κατὰ πάντα ταῦτα οἱ ἐκ τῆς αἰχμαλωσίας. 16 καὶ ἐπελέξατο αὐτῷ ῎Εσδρας ὁ ἱερεὺς ἄνδρας ἡγουμένους τῶν πατριῶν αὐτῶν πάντας κατ᾿ ὄνομα, καὶ συνεκλείσθησαν τῇ νουμηνίᾳ τοῦ μηνὸς τοῦ δεκάτου ἐτάσαι τὸ πρᾶγμα. 17 καὶ ἤχθη ἐπὶ πέρας τὰ κατὰ τοὺς ἄνδρας τοὺς ἐπισυνέχοντας γυναῖκας ἀλλογενεῖς ἕως τῆς νουμηνίας τοῦ πρώτου μηνός. 18 καὶ εὑρέθησαν τῶν ἱερέων οἱ ἐπισυναχθέντες ἀλλογενεῖς γυναῖκας ἔχοντες· 19 ἐκ τῶν υἱῶν ᾿Ιησοῦ τοῦ ᾿Ιωσεδὲκ καὶ τῶν ἀδελφῶν αὐτοῦ Μαθήλας καὶ ᾿Ελεάζαρος καὶ ᾿Ιώριβος καὶ ᾿Ιωαδάνος· 20 καὶ ἐπέβαλον τὰς χεῖρας ἐκβαλεῖν τὰς γυναῖκας αὐτῶν, καὶ εἰς ἐξιλασμὸν κριοὺς ὑπὲρ τῆς ἀγνοίας αὐτῶν. 21 καὶ ἐκ τῶν υἱῶν ᾿Εμμήρ, ᾿Ανανίας καὶ Ζαβδαῖος καὶ Μάνης καὶ Σαμαῖος καὶ ῾Ιερεὴλ καὶ ᾿Αζαρίας· 22 καὶ ἐκ τῶν υἱῶν Φαισούρ, ᾿Ελιωναΐς Μασσίας ᾿Ισμαῆλος καὶ Ναθαναῆλος καὶ ᾿Ωκόδηλος καὶ Σαλόας· 23 καὶ ἐκ τῶν Λευιτῶν, ᾿Ιωζαβάδος καὶ Σεμεΐς καὶ Κώϊος (οὗτός ἐστι Καλιτάς) καὶ Παθαῖος καὶ ᾿Ιούδας καὶ ᾿Ιωνάς· 24 ἐκ τῶν ἱεροψαλτῶν, ᾿Ελιάσεβος, Βακχοῦρος· 25 ἐκ τῶν θυρωρῶν, Σαλοῦμος καὶ Τολβάνης· 26 ἐκ τοῦ ᾿Ισραὴλ ἐκ τῶν υἱῶν Φόρος, ῾Ιερμὰς καὶ ᾿Ιεζίας καὶ Μελχίας καὶ Μαῆλος καὶ ᾿Ελεάζαρος καὶ ᾿Ασεβίας καὶ Βαναίας· 27 ἐκ τῶν υἱῶν ᾿Ηλά, Ματθανίας, Ζαχαρίας καὶ ᾿Ιεζριῆλος καὶ ᾿Ιωαβδίος καὶ ῾Ιερεμὼθ καὶ ᾿Αϊδίας· 28 καὶ ἐκ τῶν υἱῶν Ζαμώθ, ᾿Ελιαδάς, ᾿Ελιάσιμος, ᾿Οθονίας ᾿Ιαριμὼθ καὶ Σάβαθος καὶ Ζεραλίας· 29 καὶ ἐκ τῶν υἱῶν Βηβαΐ, ᾿Ιωάννης καὶ ᾿Ανανίας καὶ ᾿Ιωζάβδος καὶ ᾿Αμαθίας· 30 ἐκ τῶν υἱῶν Μανί, ᾿Ωλαμός, Μαμοῦχος, ᾿Ιεδαῖος, ᾿Ιασοῦβος καὶ ᾿Ιασαῆλος καὶ ῾Ιερεμώθ· 31 καὶ ἐξ υἱῶν ᾿Αδδί, Νάαθος καὶ Μοοσίας, Λακκοῦνος καὶ Ναΐδος, Ματθανίας καὶ Σεσθήλ· καὶ Βαλνοῦος καὶ Μανασσίας· 32 καὶ ἐκ τῶν υἱῶν ᾿Ανάν, ᾿Ελιωνὰς καὶ ᾿Ασαΐας καὶ Μελχίας καὶ Σαββαῖος καὶ Σίμων Χοσαμαῖος· 33 καὶ ἐκ τῶν υἱῶν ᾿Ασόμ, ᾿Αλταναῖος καὶ Ματταθίας καὶ Σαβανναῖος καὶ ᾿Ελιφαλὰτ καὶ Μανασσῆς καὶ Σεμεΐ· 34 καὶ ἐκ τῶν υἱῶν Βαανί, ῾Ιερεμίας, Μομδίος, ᾿Ισμαῆρος, ᾿Ιουήλ, Μαβδαΐ καὶ Πεδίας καὶ ῎Ανως, Ραβασίων καὶ ᾿Ενάσιβος καὶ Μαμνιτάναιμος, ᾿Ελίασις, Βαννούς, ᾿Ελιαλί, Σομεΐς, Σελεμίας, Ναθανίας· καὶ ἐκ τῶν υἱῶν ᾿Εζωρά, Σεσίς, ᾿Εσρήλ, ᾿Αζαῆλος, Σαματός, Ζαμβρί, ᾿Ιώσηφος· 35 καὶ ἐκ τῶν υἱῶν ᾿Εθμά, Μαζιτίας, Ζαβαδαίας, ᾿Ηδαΐς, ᾿Ιουήλ, Βαναίας. 36 πάντες οὗτοι συνῴκισαν γυναῖκας ἀλλογενεῖς, καὶ ἀπέλυσαν αὐτὰς σὺν τέκνοις.

37 Καὶ κατῴκησαν οἱ ἱερεῖς καὶ οἱ Λευῖται καὶ οἱ ἐκ τοῦ ᾿Ισραὴλ ἐν ῾Ιερουσαλὴμ καὶ ἐν τῇ χώρᾳ τῇ νουμηνίᾳ τοῦ μηνὸς τοῦ ἑβδόμου καὶ οἱ υἱοὶ ᾿Ισραὴλ ἐν ταῖς κατοικίαις αὐτῶν. 38 καὶ συνήχθη πᾶν τὸ πλῆθος ὁμοθυμαδὸν ἐπὶ τὸ εὐρύχωρον τοῦ πρὸς ἀνατολὰς τοῦ ἱεροῦ πυλῶνος 39 καὶ εἶπεν ῎Εσδρᾳ τῷ ἱερεῖ καὶ ἀναγνώστῃ· κόμισαι τὸν νόμον Μωυσῆ τὸν παραδοθέντα ὑπὸ Κυρίου Θεοῦ ᾿Ισραήλ. 40 καὶ ἐκόμισεν ῎Εσδρας ὁ ἀρχιερεὺς τὸν νόμον παντὶ τῷ πλήθει ἀνθρώπου ἕως γυναικὸς καὶ πᾶσι τοῖς ἱερεῦσιν ἀκοῦσαι τοῦ νόμου νουμηνίᾳ τοῦ ἑβδόμου μηνός. 41 καὶ ἀνεγίνωσκεν ἐν τῷ πρὸ τοῦ ἱεροῦ πυλῶνος εὐρυχώρῳ, ἐξ ὄρθρου ἕως μέσης ἡμέρας, ἐνώπιον ἀνδρῶν τε καὶ γυναικῶν, καὶ ἀπέδωκαν πᾶν τὸ πλῆθος τὸν νοῦν εἰς τὸν νόμον. 42 καὶ ἔστη ῎Εσδρας ὁ ἱερεὺς καὶ ἀναγνώστης τοῦ νόμου ἐπὶ τοῦ ξυλίνου βήματος τοῦ κατασκευασθέντος, 43 καὶ ἔστησαν παρ᾿ αὐτῷ Ματταθίας, Σαμμούς, ᾿Ανανίας, ᾿Αζαρίας, Οὐρίας, ᾿Εζεκίας, Βαάλσαμος ἐκ δεξιῶν, 44 καὶ ἐξ εὐωνύμων Φαλδαῖος καὶ Μισαήλ, Μελχίας, Λωθάσουβος, Ναβαρίας, Ζαχαρίας. 45 καὶ ἀναλαβὼν ῎Εσδρας τὸ βιβλίον ἐνώπιον τοῦ πλήθους προεκάθητο ἐπιδόξως ἐνώπιον πάντων, 46 καὶ ἐν τῷ λῦσαι τὸν νόμον πάντες ὀρθοὶ ἔστησαν. καὶ εὐλόγησεν ῎Εσδρας τῷ Κυρίῳ Θεῷ ῾Υψίστῳ Θεῷ Σαβαὼθ παντοκράτορι, 47 καὶ ἐπεφώνησε πᾶν τὸ πλῆθος ἀμήν. καὶ ἄραντες ἄνω τὰς χεῖρας, προσπεσόντες ἐπὶ τὴν γῆν, προσεκύνησαν τῷ Κυρίῳ. 48 ᾿Ιησοῦς καὶ ᾿Αννιοὺθ καὶ Σαραβίας καὶ ᾿Ιαδινὸς καὶ ᾿Ιάκουβος, Σαββαταῖος, Αὐταίας, Μαιάννας καὶ Καλίτας, ᾿Αζαρίας καὶ ᾿Ιώζαβδος καὶ ᾿Ανανίας, Φαλίας, οἱ Λευῖται, ἐδίδασκον τὸν νόμον τοῦ Κυρίου καὶ πρὸς τὸ πλῆθος ἀνεγίνωσκον τὸν νόμον τοῦ Κυρίου, ἐμφυσιοῦντες ἅμα τὴν ἀνάγνωσιν. 49 καὶ εἶπεν ᾿Ατθαράτης ῎Εσδρᾳ τῷ ἀρχιερεῖ καὶ ἀναγνώστῃ καὶ τοῖς Λευίταις τοῖς διδάσκουσι τὸ πλῆθος ἐπὶ πάντας· 50 ἡ ἡμέρα αὕτη ἐστὶν ἁγία τῷ Κυρίῳ, καὶ πάντες ἔκλαιον ἐν τῷ ἀκοῦσαι τοῦ νόμου· 51 βαδίσαντες οὖν φάγετε λιπάσματα καὶ πίετε γλυκάσματα καὶ ἀποστείλατε ἀποστολὰς τοῖς μὴ ἔχουσιν, 52 ἁγία γὰρ ἡ ἡμέρα τῷ Κυρίῳ· καὶ μὴ λυπεῖσθε, ὁ γὰρ Κύριος δοξάσει ὑμᾶς. 53 καὶ οἱ Λευῖται ἐκέλευον παντὶ τῷ δήμῳ λέγοντες· ἡ ἡμέρα αὕτη ἁγία, μὴ λυπεῖσθε. 54 καὶ ᾤχοντο πάντες φαγεῖν καὶ πιεῖν καὶ εὐφραίνεσθαι καὶ δοῦναι ἀποστολὰς τοῖς μὴ ἔχουσι καὶ εὐφρανθῆναι μεγάλως, 55 ὅτι γὰρ ἐνεφυσιώθησαν ἐν τοῖς ρήμασιν, οἷς ἐδιδάχθησαν, καὶ ἐπισυνήχθησαν.