Ἐσθήρ - Esther

᾽Εσθήρ - Κεφάλαιο 9

Εν γὰρ τῷ δωδεκάτῳ μηνί, τῇ τρισκαιδεκάτη τοῦ μηνός, ὅς ἐστιν ᾿Αδάρ, παρῆν τὰ γράμματα τὰ γραφέντα ὑπὸ τοῦ βασιλέως. 2 ἐν αὐτῇ τῇ ἡμέρᾳ ἀπώλοντο οἱ ἀντικείμενοι τοῖς ᾿Ιουδαίοις· οὐδεὶς γὰρ ἀντέστη, φοβούμενος αὐτούς. 3 οἱ γὰρ ἄρχοντες τῶν σατραπῶν καὶ οἱ τύραννοι καὶ οἱ βασιλικοὶ γραμματεῖς ἐτίμων τοὺς ᾿Ιουδαίους· ὁ γὰρ φόβος Μαρδοχαίου ἐνέκειτο αὐτοῖς. 4 προσέπεσε γὰρ τὸ πρόσταγμα τοῦ βασιλέως ὀνομασθῆναι ἐν πάσῃ τῇ βασιλείᾳ καὶ ἐμεγαλύνετο. 5 καὶ ἐπάταξαν οἱ ᾿Ιουδαῖοι πληγὴν ἐν πᾶσι τοῖς ἐχθροῖς αὐτῶν πληγὴν μαχαίρας καὶ ἀναιρέσεως καὶ ἀπωλείας καὶ ἐποίησαν ἐν τοῖς μισοῦσιν αὐτοὺς κατὰ τὸ θέλημα αὐτῶν. 6 καὶ ἐν Σούσοις τῇ πόλει ἀπέκτειναν οἱ ᾿Ιουδαῖοι ἄνδρας πεντακοσίους, 7 τόν τε Φαρσαννὲς καὶ Δελφὼν καὶ Φασγὰ 8 καὶ Φαραδαθὰ καὶ Βαρέα καὶ Σαρβακὰ 9 καὶ Μαρμασιμὰ καὶ Ρουφαῖον καὶ ᾿Αρσαῖον καὶ Ζαβουθαῖον, 10 τοὺς δέκα υἱοὺς ᾿Αμὰν ᾿Αμαδάθου Βουγαίου τοῦ ἐχθροῦ τῶν ᾿Ιουδαίων, καὶ διήρπασαν. 11 ἐν αὐτῇ τῇ ἡμέρᾳ ἐπεδόθη ὁ ἀριθμὸς τῷ βασιλεῖ τῶν ἀπολωλότων ἐν Σούσοις. 12 εἶπε δὲ ὁ βασιλεὺς πρὸς ᾿Εσθήρ· ἀπώλεσαν οἱ ᾿Ιουδαῖοι ἐν Σούσοις τῇ πόλει ἄνδρας πεντακοσίους· ἐν δὲ τῇ περιχώρῳ πῶς οἴει ἐχρήσαντο; τί οὖν ἀξιοῖς ἔτι, καὶ ἔσται σοι; 13 καὶ εἶπεν ᾿Εσθὴρ τῷ βασιλεῖ· δοθήτω τοῖς ᾿Ιουδαίοις χρῆσθαι ὡσαύτως τὴν αὔριον, ὥστε τοὺς δέκα υἱοὺς ᾿Αμὰν κρεμάσαι. 14 καὶ ἐπέτρεψεν οὕτως γενέσθαι καὶ ἐξέθηκε τοῖς ᾿Ιουδαίοις τῆς πόλεως τὰ σώματα τῶν υἱῶν ᾿Αμὰν κρεμάσαι. 15 καὶ συνήχθησαν οἱ ᾿Ιουδαῖοι ἐν Σούσοις τῇ τεσσαρεσκαιδεκάτῃ τοῦ ᾿Αδὰρ καὶ ἀπέκτειναν ἄνδρας τριακοσίους καὶ οὐδὲν διήρπασαν. 16 οἱ δὲ λοιποὶ τῶν ᾿Ιουδαίων οἱ ἐν τῇ βασιλείᾳ συνήχθησαν καὶ ἑαυτοῖς ἐβοήθουν καὶ ἀνεπαύσαντο ἀπὸ τῶν πολεμίων· ἀπώλεσαν γὰρ αὐτῶν μυρίους πεντακισχιλίους τῇ τρισκαιδεκάτῃ τοῦ ᾿Αδὰρ καὶ οὐδὲν διήρπασαν. 17 καὶ ἀνεπαύσαντο τῇ τεσσαρεσκαιδεκάτῃ τοῦ αὐτοῦ μηνὸς καὶ ἦγον αὐτὴν ἡμέραν ἀναπαύσεως μετὰ χαρᾶς καὶ εὐφροσύνης. 18 οἱ δὲ ᾿Ιουδαῖοι ἐν Σούσοις τῇ πόλει συνήχθησαν καὶ τῇ τεσσαρεσκαιδεκάτῃ καὶ ἀνεπαύσαντο· ἦγον δὲ καὶ τὴν πεντεκαιδεκάτην μετὰ χαρᾶς καὶ εὐφροσύνης. 19 διὰ τοῦτο οὖν οἱ ᾿Ιουδαῖοι οἱ διεσπαρμένοι ἐν πάσῃ χώρᾳ τῇ ἔξω ἄγουσι τὴν τεσσαρεσκαιδεκάτην τοῦ ᾿Αδὰρ ἡμέραν ἀγαθὴν μετ᾿ εὐφροσύνης ἀποστέλλοντες μερίδας ἕκαστος τῷ πλησίον.

20 ῎Εγραψε δὲ Μαρδοχαῖος τοὺς λόγους τούτους εἰς βιβλίον καὶ ἐξαπέστειλε τοῖς ᾿Ιουδαίοις, ὅσοι ἦσαν ἐν τῇ ᾿Αρταξέρξου βασιλεία, τοῖς ἐγγὺς καὶ τοῖς μακράν, 21 στῆσαι τὰς ἡμέρας ταύτας ἀγαθὰς ἄγειν τε τὴν τεσσαρεσκαιδεκάτην καὶ τὴν πεντεκαιδεκάτην τοῦ ᾿Αδὰρ —22 ἐν γὰρ ταύταις ταῖς ἡμέραις ἀνεπαύσαντο οἱ ᾿Ιουδαῖοι ἀπὸ τῶν ἐχθρῶν αὐτῶν— καὶ τὸν μῆνα, ἐν ᾧ ἐστράφη αὐτοῖς (ὃς ἦν ᾿Αδὰρ) ἀπὸ πένθους εἰς χαρὰν καὶ ἀπὸ ὀδύνης εἰς ἀγαθὴν ἡμέραν, ἄγειν ὅλον ἀγαθὰς ἡμέρας γάμων καὶ εὐφροσύνης, ἐξαποστέλλοντας μερίδας τοῖς φίλοις καὶ τοῖς πτωχοῖς. 23 καὶ προσεδέξαντο οἱ ᾿Ιουδαῖοι, καθὼς ἔγραψεν αὐτοῖς ὁ Μαρδοχαῖος, 24 πῶς ᾿Αμὰν ᾿Αμαδάθου, ὁ Μακεδών, ἐπολέμει αὐτούς, καθὼς ἔθετο ψήφισμα καὶ κλῆρον ἀφανίσαι αὐτούς, 25 καὶ ὡς εἰσῆλθε πρὸς τὸν βασιλέα λέγων κρεμάσαι τὸν Μαρδοχαῖον· ὅσα δὲ ἐπεχείρησεν ἐπάξαι ἐπὶ τοὺς ᾿Ιουδαίους κακά, ἐπ᾿ αὐτὸν ἐγένοντο, καὶ ἐκρεμάσθη αὐτός, καὶ τὰ τέκνα αὐτοῦ. 26 διὰ τοῦτο ἐπεκλήθησαν αἱ ἡμέραι αὗται Φρουραὶ διὰ τοὺς κλήρους, ὅτι τῇ διαλέκτῳ αὐτῶν καλοῦνται Φρουραί, διὰ τοὺς λόγους τῆς ἐπιστολῆς ταύτης καὶ ὅσα πεπόνθασι διὰ ταῦτα καὶ ὅσα αὐτοῖς ἐγένετο, 27 καὶ ἔστησε· καὶ προσεδέχοντο οἱ ᾿Ιουδαῖοι ἐφ᾿ ἑαυτοῖς καὶ ἐπὶ τῷ σπέρματι αὐτῶν καὶ ἐπὶ τοῖς προστεθειμένοις ἐπ᾿ αὐτῶν, οὐδὲ μὴν ἄλλων χρήσονται. αἱ δὲ ἡμέραι αὗται μνημόσυνον ἐπιτελούμενον κατὰ γενεὰν καὶ γενεὰν καὶ πόλιν καὶ πατριὰν καὶ χώραν. 28 αἱ δὲ ἡμέραι αὗται τῶν Φρουραὶ ἀχθήσονται εἰς τὸν ἅπαντα χρόνον, καὶ τὸ μνημόσυνον αὐτῶν οὐ μὴ ἐκλίπῃ ἐκ τῶν γενεῶν. 29 καὶ ἔγραψεν ᾿Εσθὴρ ἡ βασίλισσα θυγάτηρ ᾿Αμιναδὰβ καὶ Μαρδοχαῖος ὁ ᾿Ιουδαῖος ὅσα ἐποίησαν τό τε στερέωμα τῆς ἐπιστολῆς τῶν Φρουραί. 30 καὶ Μαρδοχαῖος καὶ ᾿Εσθὴρ ἡ βασίλισσα ἔστησαν ἑαυτοῖς καθ᾿ ἑαυτῶν, καὶ τότε στήσαντες κατὰ τῆς ὑγείας ἑαυτῶν καὶ τὴν βουλὴν αὐτῶν. 31 καὶ ᾿Εσθὴρ λόγῳ ἔστησεν εἰς τὸν αἰῶνα, καὶ ἐγράφη εἰς μνημόσυνον.