Ἱερεμίας  -  Jeremiah

Ἱερεμίας - Κεφάλαιο 43

(Μασ. ΛΣΤ´) ΕΝ τῷ ἐνιαυτῷ τῷ τετάρτῳ ᾿Ιωακεὶμ υἱοῦ ᾿Ιωσία βασιλέως ᾿Ιούδα ἐγενήθη λόγος Κυρίου πρός με λέγων· 2 λάβε σεαυτῷ χαρτίον βιβλίου καὶ γράψον ἐπ’ αὐτοῦ πάντας τοὺς λόγους, οὓς ἐλάλησα πρὸς σὲ ἐπὶ ῾Ιερουσαλὴμ καὶ ἐπὶ ᾿Ιούδα καὶ ἐπὶ πάντα τὰ ἔθνη, ἀφ’ ἧς ἡμέρας λαλήσαντός μου πρὸς σέ, ἀφ’ ἡμερῶν ᾿Ιωσία βασιλέως ᾿Ιούδα καὶ ἕως τῆς ἡμέρας ταύτης· 3 ἴσως ἀκούσεται ὁ οἶκος ᾿Ιούδα πάντα τὰ κακά, ἃ ἐγὼ λογίζομαι ποιῆσαι αὐτοῖς, ἵνα ἀποστρέψωσιν ἀπὸ τῆς ὁδοῦ αὐτῶν τῆς πονηρᾶς, καὶ ἵλεως ἔσομαι ταῖς ἀδικίαις αὐτῶν καὶ ταῖς ἁμαρτίαις αὐτῶν. 4 καὶ ἐκάλεσεν ῾Ιερεμίας τὸν Βαροὺχ υἱὸν Νηρίου, καὶ ἔγραψεν ἀπὸ στόματος ῾Ιερεμίου πάντας τοὺς λόγους Κυρίου, οὓς ἐχρημάτισε πρὸς αὐτόν, εἰς χαρτίον βιβλίου. 5 καὶ ἐνετείλατο ῾Ιερεμίας τῷ Βαροὺχ λέγων· ἐγὼ φυλάσσομαι, οὐ μὴ δύνωμαι εἰσελθεῖν εἰς οἶκον Κυρίου. 6 καὶ ἀναγνώσῃ ἐν τῷ χαρτίῳ τούτῳ εἰς τὰ ὦτα τοῦ λαοῦ ἐν οἴκῳ Κυρίου ἐν ἡμέρᾳ νηστείας, καὶ ἐν ὠσὶ παντὸς ᾿Ιούδα τῶν ἐρχομένων ἐκ πόλεων αὐτῶν ἀναγνώσῃ αὐτοῖς· 7 ἴσως πεσεῖται ἔλεος αὐτῶν κατὰ πρόσωπον Κυρίου, καὶ ἀποστρέψουσιν ἐκ τῆς ὁδοῦ αὐτῶν τῆς πονηρᾶς, ὅτι μέγας ὁ θυμὸς καὶ ἡ ὀργὴ Κυρίου, ἣν ἐλάλησεν ἐπὶ τὸν λαὸν τοῦτον. 8 καὶ ἐποίησε Βαροὺχ κατὰ πάντα, ἃ ἐνετείλατο αὐτῷ ῾Ιερεμίας, τοῦ ἀναγνῶναι ἐν τῷ βιβλίῳ τοὺς λόγους Κυρίου ἐν οἴκῳ Κυρίου. 9 καὶ ἐγενήθη ἐν τῷ ἔτει τῷ ὀγδόῳ τῷ βασιλεῖ ᾿Ιωακεὶμ ἐν τῷ μηνὶ τῷ ἐνάτῳ, ἐξεκκλησίασαν νηστείαν κατὰ πρόσωπον Κυρίου πᾶς ὁ λαὸς ἐν ῾Ιερουσαλὴμ καὶ οἶκος ᾿Ιούδα. 10 καὶ ἀνεγίνωσκε Βαροὺχ ἐν τῷ βιβλίῳ τοὺς λόγους ῾Ιερεμίου ἐν οἴκῳ Κυρίου, ἐν οἴκῳ Γαμαρίου, υἱοῦ Σαφὰν τοῦ γραμματέως, ἐν τῇ αὐλῇ τῇ ἐπάνω ἐν προθύροις πύλης τοῦ οἴκου Κυρίου τῆς καινῆς καὶ ἐν ὠσὶ παντὸς τοῦ λαοῦ. 11 καὶ ἤκουσε Μιχαίας υἱὸς Γαμαρίου υἱοῦ Σαφὰν ἅπαντας τοὺς λόγους Κυρίου ἐκ τοῦ βιβλίου· 12 καὶ κατέβη εἰς οἰκίαν τοῦ βασιλέως, εἰς τὸν οἶκον τοῦ γραμματέως, καὶ ἰδοὺ ἐκεῖ πάντες οἱ ἄρχοντες ἐκάθηντο, ᾿Ελισαμὰ ὁ γραμματεὺς καὶ Δαλαίας υἱὸς Σελεμίου καὶ ᾿Ελνάθαν υἱὸς ᾿Ακχοβὼρ καὶ Γαμαρίας υἱὸς Σαφὰν καὶ Σεδεκίας υἱὸς ᾿Ανανίου καὶ πάντες οἱ ἄρχοντες, 13 καὶ ἀνήγγειλεν αὐτοῖς Μιχαίας πάντας τοὺς λόγους, οὓς ἤκουσεν ἀναγινώσκοντος Βαροὺχ εἰς τὰ ὦτα τοῦ λαοῦ. 14 καὶ ἀπέστειλαν πάντες οἱ ἄρχοντες πρὸς Βαροὺχ υἱὸν Νηρίου τὸν ᾿Ιουδὶν υἱὸν Ναθανίου, υἱοῦ Σελεμίου, υἱοῦ Χουσί, λέγοντες· τὸ χαρτίον, ἐν ᾧ σὺ ἀναγινώσκεις ἐν αὐτῷ ἐν ὠσὶ τοῦ λαοῦ, λάβε αὐτὸ εἰς τὴν χεῖρά σου καὶ ἧκε· καὶ ἔλαβε Βαροὺχ τὸ χαρτίον καὶ κατέβη πρὸς αὐτούς. 15 καὶ εἶπαν αὐτῷ· πάλιν ἀνάγνωθι εἰς τὰ ὦτα ἡμῶν· καὶ ἀνέγνω Βαρούχ. 16 καὶ ἐγενήθη ὡς ἤκουσαν πάντας τοὺς λόγους, συνεβουλεύσαντο ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ καὶ εἶπον· ἀναγγέλλοντες ἀναγγείλωμεν τῷ βασιλεῖ ἅπαντας τοὺς λόγους τούτους. 17 καὶ τὸν Βαροὺχ ἠρώτησαν λέγοντες· πόθεν ἔγραψας πάντας τοὺς λόγους τούτους; 18 καὶ εἶπε Βαρούχ· ἀπὸ στόματος αὐτοῦ ἀνήγγειλέ μοι ῾Ιερεμίας πάντας τοὺς λόγους τούτους, καὶ ἔγραφον ἐν βιβλίῳ. 19 καὶ εἶπον τῷ Βαρούχ· βάδισον καὶ κατακρύβηθι σὺ καὶ ῾Ιερεμίας· ἄνθρωπος μὴ γνώτω ποῦ ὑμεῖς. 20 καὶ εἰσῆλθον πρὸς τὸν βασιλέα εἰς τὴν αὐλήν, καὶ τὸ χαρτίον ἔδωκαν φυλάσσειν ἐν οἴκῳ ᾿Ελισαμά, καὶ ἀνήγγειλαν τῷ βασιλεῖ πάντας τοὺς λόγους τούτους. 21 καὶ ἀπέστειλεν ὁ βασιλεὺς τὸν ᾿Ιουδὶν λαβεῖν τὸ χαρτίον, καὶ ἔλαβεν αὐτὸ ἐξ οἴκου ᾿Ελισαμά· καὶ ἀνέγνω ᾿Ιουδὶν εἰς τὰ ὦτα τοῦ βασιλέως καὶ εἰς τὰ ὦτα πάντων τῶν ἀρχόντων τῶν ἑστηκότων περὶ τὸν βασιλέα. 22 καὶ ὁ βασιλεὺς ἐκάθητο ἐν οἴκῳ χειμερινῷ καὶ ἐσχάρα πυρὸς κατὰ πρόσωπον αὐτοῦ. 23 καὶ ἐγενήθη ἀναγινώσκοντος ᾿Ιουδὶν τρεῖς σελίδας καὶ τέσσαρας, ἀπέτεμεν αὐτὰς τῷ ξυρῷ τοῦ γραμματέως καὶ ἔρριπτεν εἰς τὸ πῦρ τὸ ἐπὶ τῆς ἐσχάρας, ἕως ἐξέλιπε πᾶς ὁ χάρτης εἰς τὸ πῦρ τὸ ἐπὶ τῆς ἐσχάρας. 24 καὶ οὐκ ἐζήτησαν καὶ οὐ διέρρηξαν τὰ ἱμάτια αὐτῶν ὁ βασιλεὺς καὶ οἱ παῖδες αὐτοῦ οἱ ἀκούοντες πάντας τοὺς λόγους τούτους. 25 καὶ ᾿Ελνάθαν καὶ Γοθολίας καὶ Γαμαρίας ὑπέθεντο τῷ βασιλεῖ πρὸς τὸ μὴ κατακαῦσαι τὸ χαρτίον. 26 καὶ ἐνετείλατο ὁ βασιλεὺς τῷ ῾Ιερεμεὴλ υἱῷ τοῦ βασιλέως καὶ τῷ Σαραίᾳ υἱῷ ᾿Εσριὴλ συλλαβεῖν τὸν Βαροὺχ καὶ τὸν ῾Ιερεμίαν· καὶ κατεκρύβησαν.

 27 Καὶ ἐγένετο λόγος Κυρίου πρὸς ῾Ιερεμίαν μετὰ τὸ κατακαῦσαι τὸν βασιλέα τὸ χαρτίον, πάντας τοὺς λόγους, οὓς ἔγραψε Βαροὺχ ἀπὸ στόματος ῾Ιερεμίου λέγων· 28 πάλιν λάβε σὺ χαρτίον ἕτερον καὶ γράψον πάντας τοὺς λόγους τοὺς ὄντας ἐπὶ τοῦ χαρτίου, οὓς κατέκαυσεν ὁ βασιλεὺς ᾿Ιωακείμ. 29 καὶ ἐρεῖς· οὕτως εἶπε Κύριος· σὺ κατέκαυσας τὸ χαρτίον τοῦτο λέγων· διατί ἔγραψας ἐπ’ αὐτῷ λέγων· εἰσπορευόμενος εἰσπορεύσεται βασιλεὺς Βαβυλῶνος καὶ ἐξολοθρεύσει τὴν γῆν ταύτην, καὶ ἐκλείψει ἐπ’ αὐτῆς ἄνθρωπος καὶ κτήνη; 30 διὰ τοῦτο οὕτως εἶπε Κύριος ἐπὶ ᾿Ιωακεὶμ βασιλέα ᾿Ιούδα· οὐκ ἔσται αὐτῷ καθήμενος ἐπὶ θρόνου Δαυίδ, καὶ τὸ θνησιμαῖον αὐτοῦ ἔσται ἐρριμμένον ἐν τῷ καύματι τῆς ἡμέρας καὶ ἐν τῷ παγετῷ τῆς νυκτός· 31 καὶ ἐπισκέψομαι ἐπ’ αὐτὸν καὶ ἐπὶ τὸ γένος αὐτοῦ καὶ ἐπὶ τοὺς παῖδας αὐτοῦ καὶ ἐπάξω ἐπ’ αὐτοὺς καὶ ἐπὶ τοὺς κατοικοῦντας ῾Ιερουσαλὴμ καὶ ἐπὶ τὴν γῆν ᾿Ιούδα πάντα τὰ κακά, ἃ ἐλάλησα πρὸς αὐτούς, καὶ οὐκ ἤκουσαν. 32 καὶ ἔλαβε Βαροὺχ χαρτίον ἕτερον καὶ ἔγραψεν ἐπ’ αὐτῷ ἀπὸ στόματος ῾Ιερεμίου ἅπαντας τοὺς λόγους τοῦ βιβλίου, οὓς κατέκαυσεν ᾿Ιωακείμ· καὶ ἔτι προσετέθησαν αὐτῷ λόγοι πλείονες ὡς οὗτοι.