Παραλειπομένων Β´  -  II Chronicles

Παραλειπομένων Β´- Κεφάλαιο 14

ΚΑΙ ἀπέθανεν ᾿Αβιὰ μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἔθαψαν αὐτὸν ἐν πόλει Δαυίδ, καὶ ἐβασίλευσεν ᾿Ασὰ υἱὸς αὐτοῦ ἀντ’ αὐτοῦ. ἐν ταῖς ἡμέραις ᾿Ασὰ ἡσύχασεν ἡ γῆ ᾿Ιούδα δέκα ἔτη, 2 καὶ ἐποίησε τὸ καλὸν καὶ τὸ εὐθὲς ἐνώπιον Κυρίου τοῦ Θεοῦ αὐτοῦ. 3 καὶ ἀπέστησε τὰ θυσιαστήρια τῶν ἀλλοτρίων καὶ τὰ ὑψηλὰ καὶ συνέτριψε τὰς στήλας καὶ ἐξέκοψε τὰ ἄλση 4 καὶ εἶπε τῷ ᾿Ιούδᾳ ἐκζητῆσαι τὸν Κύριον Θεὸν τῶν πατέρων αὐτῶν καὶ ποιῆσαι τόν νόμον καὶ τὰς ἐντολάς. 5 καὶ ἀπέστησεν ἀπὸ πασῶν πόλεων ᾿Ιούδα τὰ θυσιαστήρια καὶ τὰ εἴδωλα, καὶ εἰρήνευσε 6 πόλεις τειχήρεις ἐν γῇ ᾿Ιούδα, ὅτι εἰρήνευσεν ἡ γῆ· καὶ οὐκ ἦν αὐτῷ πόλεμος ἐν τοῖς ἔτεσι τούτοις, ὅτι κατέπαυσε Κύριος αὐτῷ. 7 καὶ εἶπε τῷ ᾿Ιούδᾳ· οἰκοδομήσωμεν τὰς πόλεις ταύτας καὶ ποιήσωμεν τείχη καὶ πύργους καὶ πύλας καὶ μοχλούς, ἐν ᾧ τῆς γῆς κυριεύσομεν, ὅτι καθὼς ἐξεζητήσαμεν Κύριον τὸν Θεὸν ἡμῶν, ἐξεζήτησεν ἡμᾶς καὶ κατέπαυσεν ἡμᾶς κυκλόθεν καὶ εὐώδωσεν ἡμῖν. 8 καὶ ἐγένετο δύναμις τῷ ᾿Ασὰ ὁπλοφόρων αἰρόντων θυρεοὺς καὶ δόρατα ἐν γῇ ᾿Ιούδα τριακόσιαι χιλιάδες καὶ ἐν γῇ Βενιαμὶν πελτασταὶ καὶ τοξόται διακόσιαι καὶ ὀγδοήκοντα χιλιάδες, πάντες οὗτοι πολεμισταὶ δυνάμεως. 9 καὶ ἐξῆλθεν ἐπ’ αὐτοὺς Ζαρὲ ὁ Αἰθίοψ ἐν δυνάμει ἐν χιλίαις χιλιάσι καὶ ἅρμασι τριακοσίοις, καὶ ἦλθεν ἕως Μαρισά. 10 καὶ ἐξῆλθεν ᾿Ασὰ εἰς συνάντησιν αὐτῷ καὶ παρετάξατο πόλεμον ἐν τῇ φάραγγι κατὰ βορρᾶν Μαρισά. 11 καὶ ἐβόησεν ᾿Ασὰ πρὸς ΚύριοΘεὸν αὐτοῦ καὶ εἶπε· Κύριε, οὐκ ἀδυνατεῖ παρὰ σοὶ σώζειν ἐν πολλοῖς καὶ ἐν ὀλίγοις· κατίσχυσον ἡμᾶς, Κύριε ὁ Θεὸς ἡμῶν, ὅτι ἐπὶ σοὶ πεποίθαμεν καὶ ἐπὶ τῷ ὀνόματί σου ἤλθομεν ἐπὶ τὸ πλῆθος τὸ πολὺ τοῦτο· Κύριε ὁ Θεὸς ἡμῶν, μὴ κατισχυσάτω πρός σε ἄνθρωπος. 12 καὶ ἐπάταξε Κύριος τοὺς Αἰθίοπας ἐναντίον ᾿Ιούδα, καὶ ἔφυγον Αἰθίοπες· 13 καὶ κατεδίωξεν αὐτοὺς ᾿Ασὰ καὶ ὁ λαὸς αὐτοῦ ἕως Γεδώρ, καὶ ἔπεσον Αἰθίοπες ὥστε μὴ εἶναι ἐν αὐτοῖς περιποίησιν, ὅτι συνετρίβησαν ἐνώπιον Κυρίου καὶ ἐναντίον τῆς δυνάμεως αὐτοῦ, καὶ ἐσκύλευσαν σκῦλα πολλά. 14 καὶ ἐξέκοψαν τὰς κώμας αὐτῶν κύκλῳ Γεδώρ, ὅτι ἐγενήθη ἔκστασις Κυρίου ἐπ’ αὐτούς, καὶ ἐσκύλευσαν πάσας τὰς πόλεις αὐτῶν, ὅτι πολλὰ σκῦλα ἐγενήθη αὐτοῖς· 15 καί γε σκηνὰς κτήσεων, τοὺς ᾿Αλιμαζονεῖς, ἐξέκοψαν καὶ ἔλαβον πρόβατα πολλὰ καὶ καμήλους καὶ ἐπέστρεψαν εἰς ῾Ιερουσαλήμ.