Ψαλμοί - Psalms

Ψαλμὸς 82

ᾩδὴ ψαλμοῦ τῷ ᾿Ασάφ.

2 Ο ΘΕΟΣ, τίς ὁμοιωθήσεταί σοι; μὴ σιγήσῃς μηδὲ καταπραΰνῃς, ὁ Θεός·

3 ὅτι ἰδοὺ οἱ ἐχθροί σου ἤχησαν, καὶ οἱ μισοῦντές σε ᾖραν κεφαλήν,

4 ἐπὶ τὸν λαόν σου κατεπανουργεύσαντο γνώμην καὶ ἐβουλεύσαντο κατὰ τῶν ἁγίων σου·

5 εἶπαν· δεῦτε καὶ ἐξολοθρεύσωμεν αὐτοὺς ἐξ ἔθνους, καὶ οὐ μὴ μνησθῇ τὸ ὄνομα ᾿Ισραὴλ ἔτι.

6 ὅτι ἐβουλεύσαντο ἐν ὁμονοίᾳ ἐπὶ τὸ αὐτό, κατὰ σοῦ διαθήκην διέθεντο

7 τὰ σκηνώματα τῶν ᾿Ιδουμαίων καὶ οἱ ᾿Ισμαηλῖται, Μωὰβ καὶ οἱ ᾿Αγαρηνοί,

8 Γεβὰλ καὶ ᾿Αμμὼν καὶ ᾿Αμαλὴκ καὶ ἀλλόφυλοι μετὰ τῶν κατοικούντων Τύρον.

9 καὶ γὰρ καὶ ᾿Ασσοὺρ συμπαρεγένετο μετ᾿ αὐτῶν, ἐγενήθησαν εἰς ἀντίληψιν τοῖς υἱοῖς Λώτ. (διάψαλμα).

10 ποίησον αὐτοῖς ὡς τῇ Μαδιὰμ καὶ τῷ Σισάρᾳ, ὡς τῷ ᾿Ιαβεὶμ ἐν τῷ χειμάρρῳ Κεισών·

11 ἐξωλοθρεύθησαν ἐν ᾿Αενδώρ, ἐγενήθησαν ὡσεὶ κόπρος τῇ γῇ.

12 θοῦ τοὺς ἄρχοντας αὐτῶν ὡς τὸν ᾿Ωρὴβ καὶ Ζὴβ καὶ Ζεβεὲ καὶ Σαλμανὰ πάντας τοὺς ἄρχοντας αὐτῶν,

13 οἵτινες εἶπαν· Κληρονομήσωμεν ἑαυτοῖς τὸ ἁγιαστήριον τοῦ Θεοῦ.

14 ὁ Θεός μου, θοῦ αὐτοὺς ὡς τροχόν, ὡς καλάμην κατὰ πρόσωπον ἀνέμου·

15 ὡσεὶ πῦρ, ὃ διαφλέξει δρυμόν, ὡσεὶ φλόξ, ἣ κατακαύσει ὄρη,

16 οὕτως καταδιώξεις αὐτοὺς ἐν τῇ καταιγίδι σου, καὶ ἐν τῇ ὀργῇ σου συνταράξεις αὐτούς.

17 πλήρωσον τὰ πρόσωπα αὐτῶν ἀτιμίας, καὶ ζητήσουσι τὸ ὄνομά σου, Κύριε.

18 αἰσχυνθήτωσαν καὶ ταραχθήτωσαν εἰς τὸν αἰῶνα τοῦ αἰῶνος καὶ ἐντραπήτωσαν καὶ ἀπολέσθωσαν

19 καὶ γνώτωσαν ὅτι ὄνομά σοι Κύριος· σὺ μόνος ῞Υψιστος ἐπὶ πᾶσαν τὴν γῆν.